Page images
PDF
EPUB

272 εἴτ ̓ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύ τεσθε πρόχοισιν,

ἢ Μαιῶτιν λίμνην ἔχετ ̓ ἢ σκόπελον νιφόεντα Μίμαντος"

ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

275 ἀέναοι Νεφέλαι,

ΧΟΡΟΣ.

ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
πατρὸς ἀπ ̓ Ωκεανοῦ βαρυαχέος

ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ

280 δενδροκόμους, ἵνα

τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
καρπούς τ ̓ ἀρδομέναν ἱερὰν χθόνα,
καὶ ποταμῶν ζαθέων κελαδήματα,
καὶ πόντον κελάδοντα βαρύ βρομον
285 ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
μαρμαρέαις ἐν αὐγαῖς.

ἀλλ ̓ ἀποσεισάμεναι νέφος ὄμβριον
ἀθανάτας ἰδέας ἐπιδώμεθα

290 τηλεσκόπῳ ὄμματι γαῖαν.

ΣΩΚ. ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκού σατέ μου καλέσαντος.

ἤισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;

(Strepsiades here describes his state of alarm in language that Socrates thus reproves :)

ΣΩΚ. οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,

ἀλλ ̓ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

ΧΟΡ. παρθένοι ὀμβροφόροι,

300 ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον

γαν

Κέκροπος ὀψόμεναι πολυήρατον
οὗ σέβας ἀῤῥήτων ἱερῶν, ἵνα
μυστοδόκος δόμος

305 οὐρανίοις τε θεοῖς δωρήματα,
ναοί θ ̓ ὑψερεφεῖς καὶ ἀγάλματα,
καὶ πρόσοδοι μακάρων ἱερώταται,
εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,

310 παντοδαπαῖς ἐν ὥραις,

ἦρί τ ̓ ἐπερχομένῳ Βρομία χάρις,
εὐκελάδων τε χορῶν ἐρεθίσματα,
καὶ Μοῦσα βαρύβρομος αὐλῶν.

ΣΤΡ. πρὸς τοῦ Διὸς ἀντιβολῶ σε, φράσον, τίνες εἴσ ̓, ὦ Σώκρατες, αὗται

315 αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν ;

ΣΩΚ. ἥκιστ', ἀλλ' οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·

αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσι

καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

ΣΤΡ. ταῦτ ̓ ἄρ ̓ ἀκούσασ' αὐτῶν τὸ φθέγμ ̓ ἡ ψυχή μου πεπότηται,

320 καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στε νολεσχεῖν,

καὶ γνωμιδίῳ γνώμην νύξασ' ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·

ὥστ ̓ εἴ πώς ἐστιν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπι

θυμῶ.

ΣΩΚ. βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ ̓· ἤδη γὰρ ὁρῶ κατιούσας

ἡσυχῆ αὐτάς.

ΣΤΡ.

ΣΩΚ.

φέρε, που ; δεῖξον.

διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι

χωροῦσ ̓ αὗται πάνυ πολλαὶ

[blocks in formation]

ΣΩΚ. νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ

λημᾷς κολοκύνταις.

ΣΤΡ. νὴ Δί ̓ ἔγωγ ̓, ὦ πολυτίμητοι, πάντα

γὰρ ἤδη κατέχουσι.

329

330

335

340

ΣΩΚ. ταύτας μέντοι σὺ θεὸς οὔσας οὐκ ᾔδης οὐδ ̓ ἐνόμιζες ;

ΣΤΡ. μὰ Δί', ἀλλ ̓ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.

ΣΩΚ. οὐ γὰρ μὰ Δί ̓ οἶσθ ̓ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,

θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας,

κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετ εωροφένακας,

οὐδὲν δρῶντας βόσκουσ ̓ ἀργούς, ὅτι ταύτας

μουσοποιοῦσιν.

ΣΤΡ. ταῦτ ̓ ἄρ ̓ ἐποίουν “ ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάϊον δρμάν,” “ πλοκάμους θ' ἑκατογκεφάλα Τυφῶ, πρημαινού σας τε θυέλλας,

σε

εἶτ ̓ “ ἀερίας,” σε διεράς;” “ γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,

66

66

[ocr errors]

ὄμβρους θ ̓ ὑδάτων δροσερᾶν Νεφελᾶν” εἶτ ̓ ἀντ ̓ αὐτῶν κατέπινον

κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν, κρέα τ' ὀρνίθεια κιχηλᾶν.

[ocr errors]

ΣΩΚ. διὰ μέντοι τάσδ ̓ οὐχὶ δικαίως ;

ΣΤΡ.

λέξον δή μοι, τί παθοῦσαι,

εἴπερ Νεφέλαι γ ̓ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι

γυναιξίν ;

οὐ γὰρ ἐκεῖναί γ' εἰσὶ τοιαῦται.

ΣΩΚ.

φέρε, ποῖαι γάρ τινές εἰσιν ; ΣΤΡ. οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισι,

κοὐχὶ γυναιξίν, μὰ Δί', οὐδ ̓ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

ΣΩΚ. ἀπόκριναί νυν ἅττ ̓ ἂν ἔρωμαι.

345

ΣΤΡ.

λέγε νυν ταχέως ὅ τι βούλει. ΣΩΚ. ἤδη ποτ' ἀναβλέψας εἶδες νεφέλην Κενταύρῳ ὁμοίαν

ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

ΣΤΡ.

νὴ Δί ̓ ἔγωγ ̓.

Εἶτα τί τοῦτο;

ΣΩΚ. γίγνονται πάνθ ̓ ὅ τι βούλονται· κᾆτ ̓

349 ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν

Ξενοφάντου,

350 σκώπτουσαι τὴν μανίαν αὐτοῦ Κενταύροις ᾔκασαν αὑτάς.

355

ΣΤΡ. τί γάρ, ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν ;

ΣΩΚ. ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

ΣΤΡ. ταῦτ ̓ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν
ῥίψασπιν χθὲς ἰδοῦσαι,
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι, διὰ τοῦτ ̓
ἐγένοντο.

ΣΩΚ. καὶ νῦν γ ̓ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς,
διὰ τοῦτ ̓ ἐγένοντο γυναῖκες.
ΣΤΡ. χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν,
εἴπερ τινὶ κἄλλῳ,

οὐρανομήκη ῥήξατε καμοὶ φωνήν, ὦ παμβασίλειαι.
ΧΟΡ. χαῖρ ̓, ὦ πρεσβυτα παλαιογενές, θηρατὰ
λόγων φιλομούσων

σύ

τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρήζεις

360 οὐ γὰρ ἂν ἄλλῳ γ ̓ ὑπακούσαιμεν τῶν νῦν μετ

365

εωροσοφιστῶν

πλὴν ἢ Προδίκῳ τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,

ὅτι βρενθύει τ ̓ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,

κἀνυπόδητος κακὰ πόλλ ̓ ἀνέχει κἀφ ̓ ἡμῖν σεμνοπροσωπεῖς.

ΣΤΡ. ὦ Γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατώδες.

ΣΩΚ. αὗται γάρ τοι μόναι εἰσὶ θεαί. τἄλλα δὲ πάντ ̓ ἐστὶ φλύαρος.

ΣΤΡ. ὁ Ζεὺς δ ̓ ἡμῖν, φέρε, πρὸς τῆς Γῆς, οὑλύμπιος οὐ θεός ἐστιν ;

ΣΩΚ. ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδ ̓

ΣΤΡ.

ἔστι Ζεύς.

τί λέγεις σύ;

ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ' ἀπόφηναι πρῶτ

τον ἁπάντων.

369

ΣΩΚ. αὗται δή που μεγάλοις δέ σ' ἐγὼ σημείοις αὐτὸ διδάξω.

370 φέρε, ποῦ γὰρ πώποτ ̓ ἄνευ Νεφελῶν ὕοντ ̓ ἤδη τεθέασαι;

καίτοι χρῆν αἰθρίας ΰειν αὐτόν, ταύτας δ ̓ ἀποδημεῖν.

ΣΤΡ. νὴ τὸν ̓Απόλλω, τοῦτό γέ τοι τῷ νῦνι λόγῳ εὖ προσέφυσας.

(The agency of the clouds in producing the phenomena of nature is illustrated in a further discourse, which includes a good deal of illustration in the nastiest style of Dean Swift. The power of Zeus is denied throughout; but Strepsiades thinks that the lightning at least must be referred to his agency; Socrates, however, convinces him of his errour.)

395

ΣΤΡ. ἀλλ ̓ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμ πων πυρί, τοῦτο δίδαξον, καὶ καταφύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει.

τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ ̓ ἐπὶ τοὺς ἐπιόρκους.

ΣΩΚ. καὶ πῶς, ὦ μωρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,

εἴπερ βάλλει τοὺς ἐπιόρκους, πῶς οὐχὶ Σίμων ἐνέπρησεν

400 οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γ ̓ εἴσ ̓ ἐπίορκοι

ἀλλὰ τὸν αὑτοῦ γε νεών βάλλει καὶ Σούνιον ἄκρον ̓Αθηνέων

καὶ τὰς δρυς τὰς μεγάλας τί μαθών ; οὐ γὰρ δὴ δρυς γ ̓ ἐπιορκεῖ.

ΣΤΡ. οὐκ οἶδ'· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. Τί γάρ ἐστιν δῆθ ̓ ὁ κεραυνός;

ΣΩΚ. ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεω ρισθεὶς κατακλεισθῇ,

405 ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ ̓ ὑπ ̓ ἀνάγκης

ρήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν

« PreviousContinue »